Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.
  2. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  3. Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·
  4. οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
  5. σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς
  6. ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
  7. ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
  8. οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
  9. καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;
  10. σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
  11. μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
  12. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
  13. σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ
  14. τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·
  15. νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·
  16. ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
  17. νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον
  18. Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,
  19. ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ
  20. σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,