Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·
  2. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  3. τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;
  4. δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,
  5. ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων
  6. μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
  7. πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
  8. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  9. ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
  10. ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς
  11. οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
  12. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  13. ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως
  14. Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
  15. τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν
  16. ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
  17. οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
  18. νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
  19. ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
  20. ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.