Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
  2. ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
  3. ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος
  4. Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
  5. ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,
  6. ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα
  7. κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,
  8. Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων
  9. ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
  10. ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω
  11. ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,
  12. οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
  13. τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
  14. ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
  15. χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
  16. ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
  17. αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
  18. δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες
  19. εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
  20. στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
  21. εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
  22. ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
  23. βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες
  24. ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
  25. λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ
  26. νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
  27. σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
  28. δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
  29. νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.
  30. κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον
  31. τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.
  32. αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς
  33. ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν
  34. νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.
  1. Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
  2. τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν
  3. νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
  4. νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
  5. Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν
  6. γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
  7. ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·
  8. οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
  9. ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
  10. οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·
  11. καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
  12. ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
  13. Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
  14. φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
  15. ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς
  16. Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
  17. αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
  18. κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη
  19. ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
  20. τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
  21. Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
  22. χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
  23. ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
  24. ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
  25. χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
  26. χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
  27. βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ
  28. πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·
  29. γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο
  30. ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·
  31. τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
  32. ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
  33. μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·
  34. ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
  35. λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ
  36. ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
  37. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν
  38. νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.
  39. Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
  40. Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο
  41. ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν
  42. αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.
  43. ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
  44. Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
  45. εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·
  46. Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
  47. Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
  48. ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
  49. ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους
  50. Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
  51. ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·
  52. τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,
  53. ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
  54. Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.
  55. σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν
  56. αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·
  57. τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν
  58. ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
  59. ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
  60. ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο,
  61. γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
  62. αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
  63. ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
  64. ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
  65. ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
  66. τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,
  67. αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·
  68. Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
  69. μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
  70. οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·
  71. ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
  72. ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·
  73. καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
  74. μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,
  75. μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.
  76. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
  77. οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
  78. μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν
  79. ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος
  80. Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
  81. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
  82. χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·
  83. τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
  84. οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
  85. τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
  86. καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
  87. Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
  88. τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·
  89. οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων
  90. ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.
  91. Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
  92. Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
  93. Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
  94. τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  95. αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε
  96. μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·
  97. εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
  98. νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
  99. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι
  100. δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,
  101. Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ
  102. φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην
  103. θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται
  104. αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·
  105. ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν
  106. μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·
  107. νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται
  108. ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,
  109. οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
  110. νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.
  111. ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
  112. ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  113. οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,
  114. ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.
  115. ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.
  116. ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς
  117. πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε
  118. ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
  119. λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
  120. ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον
  121. τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος
  122. αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
  123. Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει
  124. καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.
  125. ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.
  126. ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
  127. καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
  128. οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι
  129. κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,
  130. φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·
  131. ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
  132. ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
  133. νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·
  134. ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
  135. σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.
  136. Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
  137. ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,
  138. ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ
  139. ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·
  140. ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ
  141. ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται
  142. ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·
  143. ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης
  144. ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
  145. κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι
  146. στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν
  147. νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
  148. ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
  149. ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
  150. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  151. παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
  152. καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
  153. ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με
  154. ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.
  155. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  156. Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
  157. Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
  158. κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
  159. Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
  160. καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
  161. ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
  162. ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ
  163. ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
  164. ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως
  165. ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς
  166. ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
  167. βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
  168. οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
  169. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
  170. Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
  171. Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·
  172. ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
  173. κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
  174. αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
  175. ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
  176. ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
  177. τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ
  178. νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς
  179. ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
  180. χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·
  181. ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
  182. Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
  183. Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
  184. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
  185. τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος
  186. νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·
  187. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  188. Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
  189. κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
  190. Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
  191. Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ
  192. σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,
  193. ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω
  194. νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.
  195. Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
  196. ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·
  197. Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
  198. ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
  199. ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
  200. ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
  201. ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
  202. τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς
  203. κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,
  204. ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·
  205. Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
  206. καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
  207. υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
  208. βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
  209. ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.
  210. Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
  211. ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
  212. ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
  213. τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας
  214. ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα
  215. ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
  216. εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
  217. ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
  218. Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·
  219. Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
  220. οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;
  221. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  222. ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε
  223. γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
  224. οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
  225. εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
  226. μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
  227. νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
  228. ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
  229. ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·
  230. τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.
  231. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  232. Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
  233. ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
  234. ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
  235. ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ
  236. σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.
  237. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,
  238. νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
  239. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
  240. Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
  241. δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
  242. βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
  243. χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου
  244. δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·
  245. ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
  246. Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
  247. ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
  248. οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·
  249. Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων
  250. τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
  251. ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
  252. ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς
  253. ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
  254. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
  255. Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,
  256. ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
  257. οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
  258. ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
  259. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  260. δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
  261. ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
  262. Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω
  263. ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
  264. τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
  265. καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
  266. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
  267. καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
  268. πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
  269. οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,
  270. ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
  271. ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
  272. ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
  273. λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
  274. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  275. οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;
  276. εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
  277. ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,
  278. ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·
  279. τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
  280. οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,
  281. ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,
  282. ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
  283. κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·
  284. τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
  285. ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,
  286. ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·
  287. οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
  288. εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
  289. οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,
  290. ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
  291. πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
  292. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
  293. ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·
  294. ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
  295. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  296. καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
  297. βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
  298. οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,
  299. τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
  300. ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·
  301. τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,
  302. ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε
  303. ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·
  304. τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
  305. ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
  306. τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
  307. Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
  308. ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,
  309. ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
  310. δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
  311. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  312. νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
  313. Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν
  314. τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
  315. οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
  316. Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
  317. αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
  318. κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
  319. νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων
  320. ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
  321. ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
  322. ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
  323. χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
  324. οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
  325. ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.
  326. νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα
  327. εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.
  328. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  329. ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
  330. οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
  331. αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
  332. κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·
  333. τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
  334. ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
  335. ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
  336. οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
  337. ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ
  338. ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
  339. ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
  340. μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν
  341. αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
  342. θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
  343. ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη
  344. ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
  345. τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
  346. ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
  347. Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
  348. κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν
  349. ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
  350. ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
  351. Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
  352. λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
  353. Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
  354. ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,
  355. ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
  356. τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
  357. λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
  358. τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
  359. πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν
  360. ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.
  361. ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
  362. Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
  363. πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
  364. ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
  365. ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
  366. Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
  367. ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
  368. τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε
  369. δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.
  370. Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
  371. καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ
  372. χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.
  373. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·
  374. Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων
  375. εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης
  376. Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.
  377. καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,
  378. δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
  379. Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
  380. Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
  381. ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
  382. ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
  383. ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
  384. ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ
  385. πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων
  386. αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ
  387. Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ
  388. λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
  389. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
  390. ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
  391. ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
  392. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
  393. βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
  394. ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
  395. οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
  396. ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης
  397. δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ
  398. χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.
  399. αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
  400. ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
  401. ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  402. Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
  403. Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
  404. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
  405. Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,
  406. τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
  407. δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·
  408. τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
  409. καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
  410. ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
  411. ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
  412. ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.
  413. Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
  414. οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι
  415. εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
  416. γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.
  417. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,
  418. Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
  419. ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
  420. ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
  421. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
  422. Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
  423. νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
  424. Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ
  425. ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
  426. ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
  427. ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
  428. ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,
  429. πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
  430. τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
  431. ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
  432. κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν
  433. γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·
  434. τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
  435. θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·
  436. οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,
  437. ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
  438. ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
  439. ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
  440. χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·
  441. δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
  442. δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,
  443. ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
  444. ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·
  445. Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
  446. Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
  447. τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
  448. δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,
  449. ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,
  450. ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·
  451. Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,
  452. Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα
  453. Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν
  454. σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.
  455. ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
  456. ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
  457. ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
  458. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
  459. βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου
  460. ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
  461. οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.
  462. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  463. Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
  464. γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
  465. ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε
  466. γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·
  467. τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
  468. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
  469. βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
  470. ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
  471. ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
  472. ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
  473. χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·
  474. ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
  475. θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·
  476. ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,
  477. Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους
  478. Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
  479. Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
  480. τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  481. δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς
  482. Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
  483. ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
  484. καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
  485. εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ
  486. αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.
  487. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
  488. πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.
  489. Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
  490. Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
  491. οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
  492. λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
  493. πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·
  494. ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
  495. ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
  496. οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
  497. μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
  498. σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον
  499. ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
  500. Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
  501. ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
  502. Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
  503. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
  504. αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
  505. ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
  506. Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
  507. ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
  508. ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  509. Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
  510. ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
  511. ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
  512. οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
  513. οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.
  514. τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
  515. τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
  516. τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
  517. Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
  518. ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ
  519. υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος
  520. ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  521. οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
  522. υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
  523. ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
  524. ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
  525. ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
  526. οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
  527. Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν
  528. ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  529. δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς
  530. αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
  531. Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
  532. ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
  533. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
  534. αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
  535. ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους
  536. ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
  537. ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
  538. οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
  539. τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
  540. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
  541. ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
  542. λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
  543. ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη
  544. καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
  545. Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
  546. οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
  547. ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·
  548. τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
  549. κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
  550. Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων
  551. παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
  552. οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
  553. εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
  554. Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
  555. Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
  556. οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς
  557. στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ
  558. σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
  559. ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
  560. ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον
  561. Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
  562. ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν
  563. κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
  564. καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος
  565. ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·
  566. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·
  567. Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
  568. αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα
  569. γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
  570. ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ
  571. ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες
  572. ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·
  573. ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,
  574. ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν
  575. ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.
  576. Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
  577. Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
  578. ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν
  579. μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·
  580. τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
  581. Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·
  582. βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
  583. ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.
  584. τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
  585. ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.
  586. Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
  587. θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.
  588. ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν
  589. θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
  590. πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
  591. ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
  592. πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
  593. Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
  594. τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ
  595. ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
  596. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
  597. χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.
  598. καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,
  599. αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
  600. σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
  601. Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο
  602. ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
  603. σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
  604. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
  605. Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
  606. Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
  607. οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
  608. ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ
  609. ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
  610. Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
  611. ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν
  612. ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
  613. μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.
  614. ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
  615. ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
  616. ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε
  617. πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
  618. ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
  619. τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
  620. λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
  621. Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,
  622. ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
  623. ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ
  624. Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
  625. ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
  626. οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
  627. μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·
  628. νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
  629. πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.
  630. ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
  631. Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
  632. ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·
  633. οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
  634. Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
  635. φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
  636. πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
  637. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,
  638. τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
  639. ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
  640. ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα
  641. συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
  642. αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
  643. ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
  644. Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
  645. ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·
  646. ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
  647. ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
  648. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
  649. πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
  650. Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,
  651. καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς
  652. ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.
  653. ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
  654. θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ
  655. κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
  656. τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
  657. ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
  658. ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
  659. ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
  660. τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
  661. ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
  662. τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.
  663. ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
  664. ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
  665. ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
  666. πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
  667. νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
  668. ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
  669. τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
  670. νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
  671. τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
  672. ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
  673. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
  674. Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
  675. ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο
  676. λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν
  677. ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
  678. ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
  679. ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
  680. ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
  681. ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
  682. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
  683. τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
  684. ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
  685. ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
  686. Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
  687. σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
  688. ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
  689. οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν
  690. ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο
  691. Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν
  692. Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
  693. πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
  694. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
  695. ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
  696. ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
  697. γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
  698. αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
  699. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
  700. ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
  701. Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
  702. ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,
  703. ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
  704. ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι
  705. πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·
  706. τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
  707. ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·
  708. ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.
  709. ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
  710. λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
  711. ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.
  712. οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·
  713. οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·
  714. οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
  715. οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
  716. ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
  717. Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα
  718. ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·
  719. δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
  720. μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
  721. οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
  722. Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
  723. ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
  724. Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
  725. εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
  726. Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
  727. οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
  728. τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·
  729. ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
  730. ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
  731. ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
  732. ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
  733. ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,
  734. καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
  735. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
  736. πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
  737. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
  738. οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
  739. παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
  740. ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·
  741. ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν
  742. ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
  743. αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα
  744. πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε
  745. δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
  746. χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
  747. μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
  748. ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
  749. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
  750. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  751. Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
  752. αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
  753. αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
  754. ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
  755. κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.
  756. οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
  757. πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
  758. αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος
  759. Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
  760. φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
  761. τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·
  762. ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
  763. χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
  764. οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
  765. τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης
  766. δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
  767. θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
  768. ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
  769. Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
  770. ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
  771. Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
  772. ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης
  773. Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
  774. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
  775. Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
  776. ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
  777. μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
  778. ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
  779. ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι
  780. νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
  781. οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
  782. οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
  783. ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.
  784. νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
  785. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
  786. ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
  787. πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
  788. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
  789. βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
  790. ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
  791. Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
  792. Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,
  793. οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
  794. ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
  795. οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
  796. ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
  797. θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
  798. κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
  799. κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·
  800. ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,
  801. χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
  802. Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
  803. Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
  804. ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·
  805. ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
  806. πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
  807. εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
  808. ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  809. Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·
  810. δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως
  811. Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
  812. ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
  813. ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
  814. νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
  815. ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
  816. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  817. σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
  818. ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
  819. θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
  820. οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.
  821. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
  822. αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν
  823. θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·
  824. Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·
  825. εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
  826. εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
  827. τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
  828. ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
  829. πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς
  830. μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
  831. δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς
  832. δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
  833. ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο
  834. ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.
  835. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο
  836. ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
  837. ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.
  1. Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,
  2. ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·
  3. φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·
  4. μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
  5. ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον
  6. εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
  7. θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·
  8. αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
  9. ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
  10. κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
  11. χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.
  12. εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
  13. στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς
  14. τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε
  15. Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
  16. ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
  17. ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
  18. αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
  19. πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
  20. ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
  21. διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,
  22. ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
  23. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
  24. βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον
  25. μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
  26. νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
  27. Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
  28. πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
  29. Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
  30. πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες
  31. θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ
  32. εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
  33. οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
  34. αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·
  35. τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης
  36. ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
  37. τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
  38. ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι
  39. θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς
  40. Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  41. τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·
  42. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  43. τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;
  44. δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,
  45. ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων
  46. μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
  47. πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
  48. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  49. ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
  50. ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς