Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
  2. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
  3. εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
  4. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.
  5. ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
  6. αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  7. Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
  8. στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
  9. Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
  10. ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
  11. αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων
  12. καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε
  13. καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
  14. ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς
  15. ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας
  16. ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·
  17. βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι
  18. νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
  19. οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
  20. οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.
  21. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
  22. τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
  23. εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
  24. οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·
  25. νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
  26. οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·
  27. κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
  28. ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,
  29. ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
  30. τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,
  31. παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων
  32. πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
  33. ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
  34. ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
  35. ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.
  36. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
  37. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
  38. οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ
  39. Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·
  40. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  41. ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
  42. πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
  43. μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
  44. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
  45. οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
  46. ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
  47. ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.
  48. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  49. τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
  50. ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
  51. ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ
  52. σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο
  53. θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
  54. ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων
  55. γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
  56. ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
  57. Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
  58. οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
  59. αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
  60. Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
  61. δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
  62. νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  63. τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ
  64. αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
  65. τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
  66. στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
  67. ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο
  68. σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
  69. τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,
  70. ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
  71. ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
  72. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
  73. καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
  74. πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε
  75. Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
  76. γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
  77. ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·
  78. ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
  79. ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·
  80. σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
  81. ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
  82. εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.
  83. ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,
  84. τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
  85. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
  86. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·
  87. ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
  88. φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
  89. ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
  90. ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ
  91. ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
  92. αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.
  93. ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
  94. ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
  95. αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
  96. Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος
  97. κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.
  98. αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.
  99. τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
  100. τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
  101. αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
  102. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  103. ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ
  104. τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
  105. Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
  106. ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
  107. δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
  108. ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
  109. ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
  110. εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν
  111. Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
  112. ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ
  113. ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι
  114. φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·
  115. αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
  116. ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
  117. ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων
  118. σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·
  119. ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
  120. Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως
  121. ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
  122. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
  123. στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
  124. ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου
  125. χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
  126. Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
  127. Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,
  128. οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
  129. ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
  130. χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
  131. πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
  132. ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,
  133. ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
  134. δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ
  135. πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης
  136. ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
  137. ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει
  138. Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
  139. Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
  140. ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·
  141. οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
  142. εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
  143. παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
  144. ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
  145. τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
  146. μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
  147. αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
  148. ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
  149. ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
  150. βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·
  151. ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
  152. ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.
  153. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
  154. αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
  155. βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
  156. μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  157. νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
  158. Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
  159. Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
  160. Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν
  161. ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι
  162. Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
  163. Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·
  164. εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
  165. κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα
  166. ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
  167. ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.
  168. ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
  169. μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες
  170. ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
  171. στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
  172. νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
  173. ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
  174. αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον
  175. ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
  176. ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
  177. αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
  178. ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
  179. Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.
  180. Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·
  181. στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
  182. τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς
  183. ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
  184. ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
  185. ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
  186. οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
  187. πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων
  188. ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
  189. ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
  190. καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
  191. ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·
  192. ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ
  193. ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
  194. ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
  195. νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,
  196. κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες
  197. τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·
  198. σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·
  199. ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
  200. Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι
  201. νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
  202. Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
  203. αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας
  204. Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
  205. πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
  206. αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
  207. ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
  208. ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
  209. πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
  210. ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
  211. τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς
  212. Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
  213. στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
  214. καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
  215. ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·
  216. Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.
  217. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
  218. τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
  219. ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
  220. δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
  221. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,
  222. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  223. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  224. στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
  225. Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
  226. φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην
  227. ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
  228. ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν
  229. πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες
  230. δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.
  231. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
  232. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
  233. Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
  234. ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
  235. τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
  236. ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
  237. εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
  238. αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
  239. φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας
  240. ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.
  241. τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
  242. τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;
  243. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  244. δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
  245. νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
  246. λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
  247. ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο
  248. ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·
  249. ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε
  250. τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·
  251. ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
  252. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
  253. βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
  254. οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
  255. αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
  256. ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
  257. ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων
  258. στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα
  259. ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
  260. τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
  261. τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,
  262. θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
  263. ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
  264. ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
  265. καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς
  266. χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,
  267. ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,
  268. πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,
  269. χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ
  270. τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
  271. χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.
  272. ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
  273. πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.
  274. ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
  275. οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν
  276. κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,
  277. πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.
  278. τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν
  279. μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
  280. Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
  281. τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,
  282. ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.
  283. Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·
  284. οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.
  285. αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
  286. ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς
  287. γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.
  288. νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.
  289. εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος
  290. δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
  291. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  292. τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
  293. ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε
  294. πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι
  295. ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
  296. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
  297. οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·
  298. βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
  299. τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
  300. ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς
  301. ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.
  302. ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
  303. Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
  304. αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς
  305. ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
  306. εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
  307. ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
  308. ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα
  309. ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,
  310. ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν
  311. ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,
  312. κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
  313. ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
  314. πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
  315. τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,
  316. ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
  317. πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.
  318. καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
  319. ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,
  320. οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.
  321. κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι
  322. τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·
  323. οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
  324. δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
  325. ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·
  326. ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη
  327. τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·
  328. δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·
  329. τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.
  330. ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
  331. ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.
  332. ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν
  333. εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.
  334. καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ
  335. τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
  336. ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
  337. θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
  338. κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.
  339. τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
  340. ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε
  341. δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.
  342. ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
  343. ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες
  344. ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
  345. πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο
  346. παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
  347. ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
  348. τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·
  349. τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
  350. ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη
  351. ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
  352. ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
  353. ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
  354. εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
  355. οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
  356. ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
  357. καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
  358. ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
  359. ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν
  360. ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.
  361. ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
  362. ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.
  363. ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,
  364. ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,
  365. αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,
  366. δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
  367. καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
  368. ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
  369. ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·
  370. ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
  371. εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
  372. συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.
  373. ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,
  374. πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,
  375. Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,
  376. πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,
  377. ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
  378. τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
  379. ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας
  380. στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
  381. ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
  382. ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
  383. αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,
  384. πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον
  385. φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
  386. καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,
  387. εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
  388. ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
  389. ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·
  390. τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
  391. κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,
  392. ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
  393. πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη
  394. κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
  395. ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ
  396. ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,
  397. πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.
  398. ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
  399. οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
  400. πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.
  401. ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν
  402. ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,
  403. νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
  404. πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
  405. Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
  406. λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.
  407. ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
  408. ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς
  409. πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
  410. αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον
  411. σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.
  412. σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα
  413. στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,
  414. ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,
  415. ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
  416. αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
  417. ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·
  418. σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.
  419. Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ
  420. αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
  421. σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·
  422. τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
  423. πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.
  424. ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι
  425. καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
  426. ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
  427. ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
  428. τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
  429. παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
  430. εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
  431. καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
  432. ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω
  433. Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
  434. καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
  435. αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
  436. Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
  437. τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
  438. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
  439. ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
  440. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
  441. βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.
  442. ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
  443. ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε
  444. ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
  445. ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
  446. διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
  447. σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
  448. ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
  449. αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
  450. τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
  451. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  452. ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
  453. ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
  454. ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
  455. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,
  456. ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,
  457. ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;
  458. τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
  459. οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
  460. ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
  461. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
  462. ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
  463. χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.
  464. ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,
  465. μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
  466. νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε
  467. ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
  468. ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
  469. ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
  470. τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
  471. χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
  472. κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
  473. τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
  474. πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;
  475. ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
  476. ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·
  477. ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.
  478. ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
  479. ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
  480. ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
  481. ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
  482. νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
  483. χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
  484. ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.
  1. ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
  2. ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο
  3. Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε
  4. τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
  5. εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
  6. ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
  7. ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
  8. ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο
  9. ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
  10. ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς
  11. καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
  12. τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
  13. αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
  14. πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
  15. πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
  16. Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,
  17. δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
  18. τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
  19. ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
  20. Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
  21. Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
  22. καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
  23. κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
  24. τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,
  25. ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς
  26. συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
  27. αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
  28. ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε
  29. φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
  30. λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,
  31. αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
  32. τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι
  33. κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
  34. ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
  35. θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
  36. τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
  37. βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
  38. νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
  39. Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
  40. αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·
  41. ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
  42. κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
  43. οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
  44. ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
  45. αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ
  46. ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
  47. ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
  48. ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·
  49. ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους
  50. τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
  51. τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ
  52. χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
  53. εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
  54. ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
  55. ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
  56. ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
  57. πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
  58. ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
  59. ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
  60. δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
  61. Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
  62. ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
  63. ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
  64. ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,
  65. ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
  66. ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
  67. εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
  68. Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,
  69. ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
  70. νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·
  71. εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
  72. ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
  73. οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι
  74. ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.
  75. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  76. ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
  77. αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
  78. Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
  79. οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.
  80. ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
  81. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
  82. οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,
  83. ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
  84. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
  85. ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·
  86. οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
  87. πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
  88. οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
  89. οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
  90. τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
  91. καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν
  92. ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
  93. τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
  94. τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
  95. υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως
  96. Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
  97. αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
  98. τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
  99. Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
  100. Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
  101. Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,
  102. πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
  103. οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
  104. τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.
  105. οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
  106. βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο
  107. σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
  108. ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι
  109. βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
  110. ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν
  111. αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
  112. ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
  113. νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
  114. ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
  115. ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
  116. πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
  117. ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
  118. εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ
  119. ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
  120. τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
  121. εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
  122. ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων
  123. ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
  124. τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο
  125. ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς
  126. σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
  127. νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους
  128. υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
  129. τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
  130. τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
  131. τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
  132. ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
  133. αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
  134. ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·
  135. ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
  136. μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
  137. οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
  138. ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
  139. Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
  140. Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
  141. οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
  142. ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
  143. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
  144. Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
  145. ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
  146. ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν
  147. ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
  148. δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
  149. πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
  150. γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
  151. ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
  152. ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
  153. λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
  154. οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
  155. βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων
  156. νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,
  157. ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
  158. ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
  159. ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
  160. ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν
  161. βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
  162. δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
  163. Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
  164. Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
  165. πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς
  166. σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
  167. οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
  168. οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
  169. οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες
  170. ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
  171. ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε
  172. χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.
  173. ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·
  174. Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
  175. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
  176. ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·
  177. πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
  178. λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  179. νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν
  180. πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
  181. σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
  182. ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
  183. δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·
  184. οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
  185. αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
  186. ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
  187. αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
  188. υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
  189. Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.
  190. αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
  191. Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου
  192. πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·
  193. αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
  194. πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
  195. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,
  196. τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
  197. οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
  198. τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,
  199. οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.
  200. ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
  201. αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
  202. φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
  203. ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,
  204. κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
  205. ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
  206. ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,
  207. αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
  208. Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
  209. κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
  210. δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
  211. Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
  212. ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
  213. δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ
  214. οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·
  215. νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  216. μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
  217. ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
  218. Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
  219. αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
  220. φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
  221. ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι,
  222. οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.
  223. ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
  224. ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί,
  225. οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα·
  226. πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ
  227. χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.
  228. ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ
  229. εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.
  230. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
  231. Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
  232. οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
  233. εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
  234. ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
  235. ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
  236. βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
  237. τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
  238. πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω
  239. εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  240. εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
  241. ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
  242. ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
  243. εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
  244. τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
  245. εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
  246. νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·
  247. οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
  248. εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον
  249. παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
  250. αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
  251. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
  252. ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
  253. ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
  254. ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν
  255. θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
  256. τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
  257. ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
  258. κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
  259. στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ
  260. πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
  261. τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
  262. ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
  263. ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
  264. βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
  265. ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων
  266. πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
  267. ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
  268. νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
  269. ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις
  270. ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
  271. ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
  272. καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
  273. τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
  274. ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
  275. αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
  276. νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
  277. ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
  278. τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
  279. ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς
  280. νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·
  281. κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ
  282. ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
  283. καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
  284. καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
  285. κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα
  286. εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
  287. ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
  288. αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,
  289. βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
  290. οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
  291. τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
  292. εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
  293. ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.
  294. αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην
  295. καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς
  296. ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
  297. χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
  298. τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
  299. βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς
  300. δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ
  301. μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
  302. εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας
  303. σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
  304. οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
  305. ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς
  306. ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·
  307. ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
  308. τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
  309. αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·
  310. Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
  311. ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
  312. ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
  313. καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας
  314. καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
  315. τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
  316. ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
  317. ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·
  318. οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
  319. ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα
  320. οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς
  321. ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
  322. ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
  323. αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε
  324. ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
  325. οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
  326. νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
  327. μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,
  328. ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.
  329. ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·
  330. τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
  331. τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·
  332. τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
  333. πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο
  334. ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
  335. ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω
  336. ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
  337. ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·
  338. τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,
  339. βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
  340. καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς
  341. ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
  342. αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·
  343. ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,
  344. ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
  345. εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
  346. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
  347. ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
  348. εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
  349. ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
  350. καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
  351. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
  352. βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
  353. στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·
  354. Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
  355. ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
  356. κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
  357. ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
  358. εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
  359. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
  360. ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
  361. εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
  362. ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
  363. καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
  364. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
  365. αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·
  366. Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
  367. ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
  368. αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
  369. αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.
  370. ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
  371. καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·
  372. τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
  373. εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
  374. τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,
  375. οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
  376. ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
  377. σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.
  378. Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
  379. Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
  380. μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς
  381. κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα
  382. χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,
  383. οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,
  384. θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε
  385. πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
  386. κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.
  387. Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο
  388. ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
  389. ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
  390. ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
  391. βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.
  392. Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος
  393. αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,
  394. ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
  395. νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ
  396. πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
  397. Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
  398. ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
  399. τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
  400. τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ
  401. βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
  402. ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
  403. παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
  404. Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ
  405. ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.
  406. χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν
  407. χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
  408. κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·
  409. ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;
  410. ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
  411. μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·
  412. ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.
  413. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
  414. μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
  415. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
  416. τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
  417. οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
  418. τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
  419. οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
  420. τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
  421. ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον
  422. μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,
  423. ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
  424. ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων
  425. δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
  426. ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
  427. πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
  428. ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
  429. μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
  430. πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
  431. ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
  432. ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
  433. ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
  434. ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
  435. ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·
  436. ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,
  437. πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε