Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
  2. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  3. ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως
  4. Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
  5. τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν
  6. ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
  7. οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
  8. νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
  9. ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
  10. ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.
  11. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα
  12. εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω
  13. δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
  14. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  15. Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,
  16. τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,
  17. ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ
  18. ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
  19. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
  20. νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
  21. ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,
  22. οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
  23. κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
  24. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
  25. νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης
  26. ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,
  27. ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ
  28. νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
  29. Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
  30. οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.
  31. βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.
  32. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  33. Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·
  34. οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
  35. σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς
  36. ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
  37. ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
  38. οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
  39. καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;
  40. σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
  41. μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
  42. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
  43. σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ
  44. τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·
  45. νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·
  46. ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
  47. νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον
  48. Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,
  49. ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ
  50. σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,
  51. ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
  52. ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
  53. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  54. ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
  55. ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
  56. νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.
  57. νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι
  58. ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
  59. τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  60. ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε
  61. πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
  62. οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·
  63. πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
  64. Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
  65. πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
  66. οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
  67. Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς
  68. πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.
  69. ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη
  70. πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
  71. Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
  72. ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι
  73. πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,
  74. πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς
  75. ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.
  76. τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
  77. μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.
  78. δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.
  79. ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος
  80. ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·
  81. ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
  82. θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.
  83. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
  84. βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
  85. οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,
  86. ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,
  87. δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,
  88. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  89. Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
  90. γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν
  91. δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.
  92. ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·
  93. σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,
  94. ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
  95. εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς
  96. φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
  97. ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
  98. ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
  99. ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,
  100. τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
  101. ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
  102. καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
  103. Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
  104. στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω
  105. τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
  106. αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·
  107. Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
  108. ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
  109. μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη
  110. ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·
  111. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
  112. ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,
  113. εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
  114. ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε
  115. χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
  116. βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
  117. Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
  118. κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·
  119. ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
  120. ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
  121. λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ
  122. ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·
  123. τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
  124. ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.
  125. τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
  126. πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
  127. καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
  128. ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη
  129. ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·
  130. χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.
  131. ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,
  132. ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
  133. τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
  134. κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων
  135. καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·
  136. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
  137. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
  138. βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην
  139. τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·
  140. ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,
  141. ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,
  142. οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;
  143. τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
  144. Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
  145. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  146. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  147. τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  148. δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας
  149. δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.
  150. εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,
  151. Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
  152. οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον
  153. δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς
  154. γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·
  155. τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
  156. ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
  157. εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
  158. εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ
  159. εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,
  160. αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.
  161. τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·
  162. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·
  163. Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.
  164. ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα
  165. ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·
  166. ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς
  167. πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.
  168. τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  169. τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ
  170. ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι
  171. ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.
  172. ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,
  173. μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.
  174. ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,
  175. Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
  176. Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν
  177. σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα
  178. ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·
  179. ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,
  180. Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.
  181. ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,
  182. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  183. Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,
  184. ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν
  185. πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.
  186. κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ
  187. αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.
  188. δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ
  189. χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις
  190. τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,
  191. τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
  192. τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·
  193. Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
  194. ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
  195. ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα
  196. Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·
  197. Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην
  198. οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.
  199. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
  200. ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
  201. ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.
  202. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
  203. νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
  204. ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,
  205. καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας
  206. νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε
  207. ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων
  208. ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,
  209. εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·
  210. τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.
  211. ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.
  212. νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.
  213. τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·
  214. Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;
  215. ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν
  216. ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;
  217. ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
  218. δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.
  219. ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·
  220. ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,
  221. χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,
  222. τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες
  223. μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,
  224. ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων
  225. Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.
  226. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
  227. ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας
  228. τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.
  229. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
  230. τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε
  231. ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
  232. Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν
  233. Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου
  234. βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.
  235. ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι
  236. εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ
  237. μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·
  238. ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν
  239. ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι
  240. χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
  241. Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον
  242. Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.
  243. ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,
  244. οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι
  245. εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.
  246. στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  247. Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;
  248. ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.
  249. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  250. ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,
  251. Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
  252. οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·
  253. τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
  254. ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
  255. εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
  256. ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης
  257. ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
  258. νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,
  259. μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ
  260. οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.
  261. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  262. Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,
  263. νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
  264. οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
  265. θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
  266. οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,
  267. ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·
  268. οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,
  269. ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·
  270. οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,
  271. ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·
  272. οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,
  273. ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·
  274. ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·
  275. οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,
  276. οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,
  277. ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
  278. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
  279. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
  280. εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
  281. Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·
  282. πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων
  283. εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν
  284. πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
  285. ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.
  286. ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
  287. ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν
  288. Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·
  289. ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.
  290. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  291. Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν
  292. ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
  293. χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,
  294. οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.
  295. ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·
  296. τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
  297. λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον
  298. πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.
  299. τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο
  300. καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.
  301. ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,
  302. ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·
  303. βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
  304. ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·
  305. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  306. πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,
  307. καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει
  308. Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·
  309. Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.
  310. ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,
  311. τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
  312. αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·
  313. Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην
  314. Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
  315. ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς
  316. νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·
  317. κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι
  318. ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.
  319. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  320. ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
  321. ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
  322. κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες
  323. ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ
  324. Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.
  325. ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,
  326. χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.
  327. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
  328. τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ
  329. Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·
  330. οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·
  331. ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.
  332. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν
  333. βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων
  334. δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ
  335. εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι
  336. ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.
  337. Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.
  338. δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν
  339. κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,
  340. ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.
  341. ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
  342. Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
  343. οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον
  344. ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·
  345. οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο
  346. οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·
  347. οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι
  348. ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,
  349. ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ
  350. δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
  351. Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ
  352. ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,
  353. τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,
  354. ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·
  355. τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ,
  356. ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
  357. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
  358. τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας
  359. χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν
  360. πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας
  361. στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,
  362. στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.
  363. ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς
  364. πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ
  365. ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται
  366. ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,
  367. ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·
  368. χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη
  369. καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
  370. οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν
  371. ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς
  372. αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν
  373. οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι
  374. Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ
  375. Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.
  376. τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν
  377. ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροι
  378. χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους
  379. ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
  380. ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
  381. οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.
  382. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
  383. Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
  384. ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ
  385. χεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,
  386. ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν·
  387. αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε
  388. νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.
  389. Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα
  390. μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
  391. ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας
  392. Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι
  393. Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων
  394. Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.
  395. τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
  396. οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  397. Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
  398. τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ
  399. Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον
  400. υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος
  401. ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
  402. Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
  403. οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο
  404. χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,
  405. ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω
  406. αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.
  407. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·
  408. Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
  409. τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.
  410. καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.
  411. Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
  412. λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς
  413. Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
  414. τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,
  415. νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
  416. τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε
  417. οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.
  418. Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·
  419. φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες
  420. ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
  421. ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,
  422. ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο
  423. ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.
  424. ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.
  425. ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ
  426. ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.
  427. τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
  428. Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι
  429. οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς
  430. ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.
  431. φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
  432. ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
  433. δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ
  434. γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.
  435. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·
  436. Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
  437. ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν
  438. Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα
  439. υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
  440. Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·
  441. τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
  442. τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,
  443. ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ
  444. καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
  445. ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
  446. αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε
  447. αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος
  448. ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
  449. πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·
  450. εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
  451. πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·
  452. οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
  453. ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ
  454. ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.
  455. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,
  456. πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
  457. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
  458. ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν
  459. ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.
  460. Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα
  461. Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·
  462. Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·
  463. Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,
  464. Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·
  465. Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν
  466. οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε
  467. δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν
  468. ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
  469. πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·
  470. οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
  471. ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.
  1. αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
  2. φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,
  3. οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες
  4. χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς
  5. Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,
  6. στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς
  7. τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν
  8. Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·
  9. Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι
  10. εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων
  11. αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.
  12. τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,
  13. δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·
  14. ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη
  15. Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.
  16. οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς
  17. πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.
  18. ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν
  19. ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
  20. χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν
  21. ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
  22. λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι
  23. ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται
  24. γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει
  25. ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,
  26. τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας
  27. πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,
  28. καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.
  29. τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις
  30. Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.
  31. τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,
  32. ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
  33. ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.
  34. ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,
  35. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  36. ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
  37. καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
  38. ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
  39. σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν
  40. κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·
  41. μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
  42. πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,
  43. ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,
  44. τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.
  45. αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην
  46. τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.
  47. ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
  48. καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
  49. εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη
  50. ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,
  51. τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,
  52. αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.
  53. ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,
  54. ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον
  55. Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,
  56. ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
  57. ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι
  58. παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,
  59. Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,
  60. αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων
  61. αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς
  62. αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,
  63. φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
  64. Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον
  65. Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ
  66. Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς
  67. τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
  68. τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.
  69. ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν
  70. αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ
  71. Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.
  72. τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον
  73. ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω
  74. πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,
  75. ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι,
  76. ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,
  77. λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
  78. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
  79. βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
  80. ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν
  81. γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
  82. ἔνθʼ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,
  83. ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·
  84. ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν
  85. ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες
  86. πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
  87. ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ
  88. δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
  89. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  90. Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·
  91. ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.
  92. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη·
  93. μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ
  94. οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
  95. ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·
  96. ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν
  97. οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι
  98. πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν
  99. οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.
  100. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,
  101. ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε
  102. χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν
  103. ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·
  104. νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·
  105. ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες
  106. ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει
  107. οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι
  108. κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.
  109. τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.
  110. ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·
  111. υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν
  112. Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.
  113. ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
  114. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  115. μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες
  116. τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
  117. εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
  118. κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.
  119. ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε
  120. ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
  121. ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
  122. πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,
  123. εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
  124. ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,
  125. τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,
  126. ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα
  127. χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·
  128. μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως
  129. οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.
  130. οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη
  131. ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;
  132. ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
  133. ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,
  134. αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;
  135. αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς
  136. λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,
  137. μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.
  138. τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·
  139. ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων
  140. ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ
  141. πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.
  142. ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
  143. Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
  144. Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,
  145. καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  146. Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·
  147. αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,
  148. ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.
  149. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,
  150. ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.
  151. Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
  152. εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
  153. ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
  154. τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο
  155. στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,
  156. ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
  157. Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·
  158. βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι
  159. πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.
  160. παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο
  161. ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
  162. εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,
  163. φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  164. μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
  165. μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι
  166. καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ
  167. ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
  168. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
  169. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
  170. ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα
  171. ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
  172. ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
  173. ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·
  174. ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
  175. ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
  176. παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
  177. ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
  178. εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,
  179. ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων
  180. ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε
  181. χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι
  182. καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ
  183. ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
  184. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·
  185. ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν
  186. εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.
  187. τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα
  188. Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.
  189. τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·
  190. ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
  191. παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,
  192. Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·
  193. γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
  194. τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
  195. καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.
  196. χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·
  197. θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
  198. ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,
  199. οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
  200. τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·
  201. οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
  202. τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
  203. ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
  204. οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.
  205. τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  206. Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·
  207. ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.
  208. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει
  209. ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
  210. νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
  211. ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·
  212. ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·
  213. αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης
  214. Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος
  215. Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει
  216. ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
  217. ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
  218. ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,
  219. δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.
  220. καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
  221. ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·
  222. ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
  223. οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
  224. ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
  225. οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.
  226. ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
  227. ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
  228. χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.
  229. ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,
  230. τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·
  231. σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·
  232. τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ
  233. φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
  234. κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
  235. ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.
  236. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
  237. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
  238. ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.
  239. εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  240. ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,
  241. ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
  242. παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
  243. ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
  244. Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων
  245. ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;
  246. τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
  247. τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;
  248. οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
  249. οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
  250. χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;
  251. καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο
  252. ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.
  253. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
  254. θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων
  255. ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
  256. Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ
  257. ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
  258. ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι
  259. νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·
  260. αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον
  261. πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.
  262. ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
  263. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
  264. δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
  265. εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
  266. κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
  267. ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
  268. ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
  269. ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα
  270. ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
  271. οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
  272. ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·
  273. τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
  274. εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·
  275. τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος
  276. εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·
  277. ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
  278. νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
  279. αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν
  280. τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.
  281. τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
  282. Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
  283. ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
  284. νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·
  285. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  286. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,
  287. οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
  288. Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
  289. χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.
  290. ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
  291. Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,
  292. ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε
  293. Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
  294. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
  295. πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·
  296. αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,
  297. στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
  298. δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα
  299. θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
  300. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
  301. οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
  302. Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ
  303. ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
  304. Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω
  305. ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
  306. Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
  307. μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων
  308. εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν
  309. δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς
  310. Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·
  311. τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
  312. Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ
  313. ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ
  314. θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
  315. ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν,
  316. πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
  317. ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
  318. ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων,
  319. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
  320. αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
  321. σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
  322. ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.
  323. οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν
  324. θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
  325. ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,
  326. ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων
  327. ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
  328. ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
  329. Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,
  330. τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,
  331. τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
  332. Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
  333. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
  334. ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
  335. ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
  336. γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
  337. Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
  338. υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
  339. Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης
  340. πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.
  341. Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
  342. φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
  343. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ
  344. τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
  345. ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.
  346. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
  347. νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·
  348. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
  349. αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
  350. γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
  351. ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
  352. ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
  353. κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ
  354. πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
  355. ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
  356. ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
  357. ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
  358. μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ
  359. γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
  360. τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων
  361. αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
  362. ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
  363. ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν
  364. ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
  365. ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν
  366. σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
  367. ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
  368. ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
  369. χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
  370. Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
  371. εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
  372. Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
  373. ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων
  374. εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,
  375. τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,
  376. μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
  377. ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,
  378. ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
  379. Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
  380. μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.
  381. οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
  382. νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ
  383. ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·
  384. ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
  385. ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
  386. ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,
  387. οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
  388. μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο
  389. ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
  390. Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε
  391. τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
  392. τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
  393. ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ
  394. φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.
  395. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε
  396. Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
  397. ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
  398. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  399. Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης
  400. ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·
  401. ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε
  402. σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.
  403. τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
  404. παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
  405. τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
  406. Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο
  407. παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
  408. οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
  409. ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
  410. ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
  411. τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης
  412. εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
  413. ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
  414. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
  415. Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.
  416. τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο
  417. οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
  418. οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
  419. ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
  420. πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
  421. δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
  422. Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
  423. ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
  424. Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  425. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
  426. μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
  427. ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
  428. τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
  429. ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
  430. τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
  431. Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ
  432. ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
  433. τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
  434. ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
  435. νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.
  436. Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
  437. Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
  438. Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
  439. ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
  440. τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ
  441. ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;
  442. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
  443. τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  444. ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
  445. καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν
  446. Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
  447. ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·
  448. τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
  449. Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
  450. ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.