Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
  2. ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
  3. πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
  4. ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
  5. εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ
  6. ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
  7. τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
  8. εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
  9. ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων
  10. ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
  11. τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο
  12. ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς
  13. σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
  14. νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους
  15. υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
  16. τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
  17. τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
  18. τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
  19. ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
  20. αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα