Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·
  2. ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
  3. μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
  4. οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
  5. ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
  6. Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
  7. Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
  8. οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
  9. ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
  10. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
  11. Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
  12. ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
  13. ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν
  14. ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
  15. δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
  16. πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
  17. γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
  18. ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
  19. ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
  20. λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.