Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
  2. υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως
  3. Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
  4. αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
  5. τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
  6. Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
  7. Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
  8. Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,
  9. πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
  10. οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
  11. τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.
  12. οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
  13. βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο
  14. σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
  15. ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι
  16. βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
  17. ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν
  18. αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
  19. ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
  20. νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας