Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
  2. εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
  3. χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.
  4. ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
  5. τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
  6. ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
  7. οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας
  8. τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
  9. σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
  10. τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
  11. κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων
  12. πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν
  13. αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
  14. ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
  15. τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
  16. νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
  17. ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
  18. ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
  19. καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  20. στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·