Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,
  2. οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
  3. παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,
  4. ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
  5. ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ
  6. λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
  7. οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
  8. ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν
  9. πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
  10. ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
  11. δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
  12. ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
  13. θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·
  14. οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
  15. οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
  16. σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
  17. δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
  18. πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
  19. οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
  20. τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς