Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
  2. υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
  3. εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,
  4. Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς
  5. Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
  6. ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
  7. δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  8. τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
  9. Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.
  10. σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
  11. γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
  12. εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
  13. ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
  14. ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
  15. ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·
  16. ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
  17. χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
  18. καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
  19. σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·
  20. ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον