Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
  2. ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
  3. Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
  4. οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
  5. Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
  6. βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
  7. ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
  8. θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
  9. τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω
  10. μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
  11. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
  12. εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
  13. κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
  14. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
  15. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
  16. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
  17. εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  18. ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
  19. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
  20. Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε