Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ
  2. κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
  3. Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
  4. ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·
  5. Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
  6. οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
  7. μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο
  8. ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ
  9. Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
  10. ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
  11. ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
  12. οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
  13. ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
  14. πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
  15. τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
  16. πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
  17. ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
  18. αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.
  19. πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
  20. Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.