Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
  2. ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
  3. θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
  4. τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι
  5. μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
  6. αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
  7. εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
  8. κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
  9. δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
  10. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  11. Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  12. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  13. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  14. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
  15. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
  16. ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων
  17. πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
  18. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
  19. ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
  20. ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.