Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.
  2. εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
  3. ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
  4. ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
  5. αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
  6. ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
  7. μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·
  8. τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
  9. μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
  10. θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ
  11. χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·