Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
  2. καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
  3. ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
  4. τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν
  5. μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·
  6. ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,
  7. εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
  8. ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς
  9. ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
  10. μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
  11. πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε