Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα
  2. ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
  3. πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι
  4. κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·
  5. ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
  6. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
  7. μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
  8. αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
  9. οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
  10. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
  11. ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.