Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·
  2. πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ
  3. μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
  4. εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
  5. ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,
  6. μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
  7. ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
  8. ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
  9. καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
  10. ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
  11. τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν
  12. μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·
  13. ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,
  14. εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
  15. ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς
  16. ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
  17. μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
  18. πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε
  19. νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.
  20. εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς