Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
  2. ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
  3. αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
  4. ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
  5. μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·
  6. τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
  7. μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
  8. θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ
  9. χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
  10. ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα
  11. ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
  12. πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι
  13. κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·
  14. ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
  15. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
  16. μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
  17. αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
  18. οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
  19. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
  20. ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.