Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
- κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
- πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
- Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
- εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·
- ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
- οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·
- ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
- μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
- αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
- καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,
- ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.
- νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
- ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
- ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
- τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
- τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·