Ichneutae
Sophocles
Sophocles. Oxyrhynchus Papyri, Part 9. Grenfell, Bernard P. (Bernard Pyne); Hunt, Arthur S. (Arthur Surridge), editors. London: Egypt Exploration Fund, 1912.
- βραχύς, χυτρώδης, πο[ι]κίλῃ δορᾷ κατερρικνωμένος.
- ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις;
- πλεῖστον με[τ]αξύ· γογγύλον γάρ ἐστι καὶ βραχυσκελές.
- οὐδʼ ὡς ἰχνευμων προσφερὲς πέφυκεν οὐδʼ ὡς καρκίνοσ;
- οὐδʼ αὖ τοιοῦτ[ό]ν ἐστιν· ἀλλʼ ἄλλον τινʼ ἐξευροῦ τρόπον.
- ἀλλʼ ὡς κεράστ[η]ς κάνθαρος δῆτʼ ἐστὶν Αἰτναῖος φυήν;
- νῦν ἐγγὺς ἔγν[ως] ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον.
- τ[ί δʼ αὖ τὸ ] φων[οῦ]ν ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον.
- [---]λο[---φ]ορίνη σύγγονος τῶν ὀστράκων.
- [ποῖον δὲ τοὔνομʼ ἐν]νέ[πει]ς; πόρσυνον, εἴ τι πλέον ἔχεις.
- [τὸν θῆρα μὲν χέλυν, τὸ φωνο]ῦν δʼ αὖ λύραν ὁ παῖς καλεῖ.
- [--- [*](about 22 ll.)] κτέανον ησύ[---] τινι;