Ichneutae

Sophocles

Sophocles. Oxyrhynchus Papyri, Part 9. Grenfell, Bernard P. (Bernard Pyne); Hunt, Arthur S. (Arthur Surridge), editors. London: Egypt Exploration Fund, 1912.

  1. πάτερ, τί σιγᾷς; μῶν ἀληθ[ὲς εἴπομεν;
  2. οὐ[κ ε]ἰσακο[ύε]ις; ἦ κεκώφη[σαι, ψόφον;
Σιληνός
  1. σί[γα·] τί ἔστιν;
Χορός
  1. οὐ μενῶ.
Σιληνός
  1. μένʼ, ε[ἰ] δύνᾳ.
Χορός
  1. οὐκ ἔστιν. ἀλλʼ αὐτὸς σὺ ταῦθ[ʼ ὅπῃ θέλεις]
  2. ζήτει τε κἀξίχνευε καὶ πλού[τει λαβὼν
  3. τὰς βοῦς τε κα[ὶ] τὸν χρυσὸν [--- ]ε[
  4. μὴ πλεῖστ[ον] ἔτι ς[---]ν [---] χρόνον.
Σιληνός
  1. ἀλλʼ οὔ τι μ[ή σοί] μ[ʼ ἐκλιπεῖν ἐφήσομαι]
  2. οὐδʼ ἐξυπελθ[εῖ]ν τ[οῦ πόνου πρίν γʼ ἂν σα]φῶς
  3. εἰδῶμεν ὅν[τινʼ] ἔ[νδον ἥδʼ ἔχει στέγη.]
Χορός
  1. ἶὼ γ[
  2. φθέγ[μα ---]ου
  3. [---]ηδ[--- μισ-]
  4. θο[ν δ]όμοισιν ὀλβίσῃς.
  5. ὁ [δʼ ο]ὐ φαν[εῖτ]αι τοῖσιν. ἀλλʼ ἐγὼ τάχα
  6. φ[έρ]ων κτύ[π]ον πέδορτον ἐξαναγκάσω
  7. π[η]δήμασιν κραιπνοῖσι καὶ λακτίσμασιν
  8. ὥ[ς]τʼ εἰσακοῦσαι κεἰ λίαν κωφός τις ᾖ.