Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τίνοιʼ ἂν οὐδὲ τοὔνδικον περιβλέποις.
- τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά,
- θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς
- ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.
- σὺ δʼ, εἶ γὰρ οὐ δίκαιος, ἀλλʼ ἅπαν καλὸν
- λέγειν νομίζων ῥητὸν ἄρρητόν τʼ ἔπος,
- τοιαῦτʼ ὀνειδίζεις με τῶνδʼ ἐναντίον.
- καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,
- καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·
- κᾆθʼ ὧδʼ ἐπαινῶν πολλὰ τοῦδʼ ἐκλανθάνει,
- ὁθούνεκʼ εἴ τις γῆ θεοὺς ἐπίσταται
- τιμαῖς σεβίζειν, ἥδε τοῦθʼ ὑπερφέρει·
- ἀφʼ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντʼ ἐμὲ
- αὐτόν τʼ ἐχειροῦ τὰς κόρας τʼ οἴχει λαβών.
- ἀνθʼ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ
- καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς
- ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θʼ, ἵνʼ ἐκμάθῃς
- οἵων ὑπʼ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.
- ὁ ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ
- αὐτοῦ πανώλεις, ἄξιαι δʼ ἀμυναθεῖν.