Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι
  2. σπεύδουσιν, ἡμεῖς δʼ οἱ παθόντες ἕσταμεν.
Κρέων
  1. τί δῆτʼ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;
Θησεύς
  1. ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με
  2. χωρεῖν, ἵνʼ, εἰ μὲν ἐν τόποισι τοῖσδʼ ἔχεις
  3. τὰς παῖδας ἡμῖν αὐτὸς ἐκδείξῃς ἐμοί·
  4. εἰ δʼ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν.
  5. ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε
  6. χώρας φυγόντες τῆσδʼ ἐπεύξωνται θεοῖς.
  7. ἀλλʼ ἐξυφηγοῦ· γνῶθι δʼ ὡς ἔχων ἔχει
  8. καί σʼ εἷλε θηρῶνθʼ ἡ τύχη· τὰ γὰρ δόλῳ
  9. τῷ μὴ δικαίῳ κτήματʼ οὐχὶ σῴζεται.
  10. κοὐκ ἄλλον ἕξεις εἰς τάδʼ· ὡς ἔξοιδά σε
  11. οὐ ψιλὸν οὐδʼ ἄσκευον ἐς τοσήνδʼ ὕβριν
  12. ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν,
  13. ἀλλʼ ἔσθʼ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε.
  14. ἃ δεῖ μʼ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν
  15. ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.
  16. νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοι
  17. δοκεῖ λελέχθαι χὤτε ταῦτʼ ἐμηχανῶ;