Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τʼ ἔδρων,
  2. πῶς ἂν τό γʼ ἆκον πρᾶγμʼ ἂν εἰκότως ψέγοις;
  3. μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμους
  4. οὔσης ὁμαίμου σῆς μʼ ἀναγκάζων λέγειν,
  5. οἵους ἐρῶ τάχʼ· οὐ γὰρ οὖν σιγήσομαι,
  6. σοῦ γʼ εἰς τόδʼ ἐξελθόντος ἀνόσιον στόμα.
  7. ἔτικτε γάρ μʼ ἔτικτεν, ὤμοι μοι κακῶν,
  8. οὐκ εἰδότʼ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με,
  9. αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.
  10. ἀλλʼ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντʼ ἐμὲ
  11. κείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νιν
  12. ἄκων ἔγημα φθέγγομαί τʼ ἄκων τάδε.
  13. ἀλλʼ οὐ γὰρ οὔτʼ ἐν τοῖσδʼ ἁλώσομαι κακὸς
  14. γάμοισιν οὔθʼ οὓς αἰὲν ἐμφορεῖς σύ μοι
  15. φόνους πατρῴους ἐξονειδίζων πικρῶς.
  16. ἓν γάρ μʼ ἄμειψαι μοῦνον ὧν σʼ ἀνιστορῶ.
  17. εἴ τις σὲ τὸν δίκαιον αὐτίκʼ ἐνθάδε
  18. κτείνοι παραστάς, πότερα πυνθάνοιʼ ἂν εἰ
  19. πατήρ σʼ ὁ καίνων ἢ τίνοιʼ ἂν εὐθέως;
  20. δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον