Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ
- ἐρημία με, κεἰ δίκαιʼ, ὅμως λέγω,
- σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως,
- καὶ τηλικόσδʼ ὤν, ἀντιδρᾶν πειράσομαι.
- ὦ λῆμʼ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,
- πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;
- ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς
- τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας
- ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον,
- τάχʼ ἄν τι μηνίουσιν εἰς γένος πάλαι.
- ἐπεὶ καθʼ αὑτόν γʼ οὐκ ἂν ἐξεύροις ἐμοὶ
- ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθʼ ὅτου
- τάδʼ εἰς ἐμαυτὸν τοὺς ἐμούς θʼ ἡμάρτανον.
- ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ
- χρησμοῖσιν ἱκνεῖθʼ ὥστε πρὸς παίδων θανεῖν,
- πῶς ἂν δικαίως τοῦτʼ ὀνειδίζοις ἐμοί,
- ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,
- οὐ μητρὸς εἶχον, ἀλλʼ ἀγέννητος τότʼ ἦ;
- εἰ δʼ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ʼφάνην,
- ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,