Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τῷ νῷ θʼ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.
- ὁρᾷς ἵνʼ ἥκεις, ὦ ξένʼ; ὡς ἀφʼ ὧν μὲν εἶ
- φαίνει δίκαιος, δρῶν δʼ ἐφευρίσκει κακά.
- ἐγὼ οὔτʼ ἄνανδρον τήνδε τὴν πόλιν νέμων,
- ὦ τέκνον Αἰγέως, οὔτʼ ἄβουλον, ὡς σὺ φῄς,
- τοὔργον τόδʼ ἐξέπραξα, γιγνώσκων δʼ ὅτι
- οὐδείς ποτʼ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι
- ζῆλος ξυναίμων, ὥστʼ ἐμοῦ τρέφειν βίᾳ.
- ᾔδη δʼ ὁθούνεκʼ ἄνδρα καὶ πατροκτόνον
- κἄναγνον οὐ δεξοίατʼ, οὐδʼ ὅτῳ γάμοι
- ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.
- τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον
- ἐγὼ ξυνῄδη χθόνιον ὄνθʼ, ὃς οὐκ ἐᾷ
- τοιούσδʼ ἀλήτας τῇδʼ ὁμοῦ ναίειν πόλει·
- ᾧ πίστιν ἴσχων τήνδʼ ἐχειρούμην ἄγραν.
- καὶ ταῦτʼ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς
- αὐτῷ τʼ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·
- ἀνθʼ ὧν πεπονθὼς ἠξίουν τάδʼ ἀντιδρᾶν.
- θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν
- θανεῖν· θανόντων δʼ οὐδὲν ἄλγος ἅπτεται.