Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.
- τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον
- ἐγὼ ξυνῄδη χθόνιον ὄνθʼ, ὃς οὐκ ἐᾷ
- τοιούσδʼ ἀλήτας τῇδʼ ὁμοῦ ναίειν πόλει·
- ᾧ πίστιν ἴσχων τήνδʼ ἐχειρούμην ἄγραν.
- καὶ ταῦτʼ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς
- αὐτῷ τʼ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·
- ἀνθʼ ὧν πεπονθὼς ἠξίουν τάδʼ ἀντιδρᾶν.
- θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν
- θανεῖν· θανόντων δʼ οὐδὲν ἄλγος ἅπτεται.
- πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ
- ἐρημία με, κεἰ δίκαιʼ, ὅμως λέγω,
- σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως,
- καὶ τηλικόσδʼ ὤν, ἀντιδρᾶν πειράσομαι.
- ὦ λῆμʼ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,