Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;
  2. ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς
  3. τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας
  4. ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον,
  5. τάχʼ ἄν τι μηνίουσιν εἰς γένος πάλαι.
  6. ἐπεὶ καθʼ αὑτόν γʼ οὐκ ἂν ἐξεύροις ἐμοὶ
  7. ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθʼ ὅτου
  8. τάδʼ εἰς ἐμαυτὸν τοὺς ἐμούς θʼ ἡμάρτανον.
  9. ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ
  10. χρησμοῖσιν ἱκνεῖθʼ ὥστε πρὸς παίδων θανεῖν,
  11. πῶς ἂν δικαίως τοῦτʼ ὀνειδίζοις ἐμοί,
  12. ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,
  13. οὐ μητρὸς εἶχον, ἀλλʼ ἀγέννητος τότʼ ἦ;
  14. εἰ δʼ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ʼφάνην,
  15. ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,