Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. γέρονθʼ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.
  2. εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,
  3. τὰς παῖδας ὡς τάχιστα δεῦρʼ ἄγειν τινά,
  4. εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις
  5. εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι
  6. τῷ νῷ θʼ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.
Χορός
  1. ὁρᾷς ἵνʼ ἥκεις, ὦ ξένʼ; ὡς ἀφʼ ὧν μὲν εἶ
  2. φαίνει δίκαιος, δρῶν δʼ ἐφευρίσκει κακά.
Κρέων
  1. ἐγὼ οὔτʼ ἄνανδρον τήνδε τὴν πόλιν νέμων,
  2. ὦ τέκνον Αἰγέως, οὔτʼ ἄβουλον, ὡς σὺ φῄς,
  3. τοὔργον τόδʼ ἐξέπραξα, γιγνώσκων δʼ ὅτι
  4. οὐδείς ποτʼ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι
  5. ζῆλος ξυναίμων, ὥστʼ ἐμοῦ τρέφειν βίᾳ.
  6. ᾔδη δʼ ὁθούνεκʼ ἄνδρα καὶ πατροκτόνον
  7. κἄναγνον οὐ δεξοίατʼ, οὐδʼ ὅτῳ γάμοι