Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ,
  2. καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ
  3. ἔδοξας εἶναι κἄμʼ ἴσον τῷ μηδενί.
  4. καίτοι σε Θῆβαί γʼ οὐκ ἐπαίδευσαν κακόν·
  5. οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν,
  6. οὐδʼ ἄν σʼ ἐπαινέσειαν, εἰ πυθοίατο
  7. συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ
  8. ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.
  9. οὔκουν ἔγωγʼ ἂν σῆς ἐπεμβαίνων χθονός,
  10. οὐδʼ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα,
  11. ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς
  12. οὔθʼ εἷλκον οὔτʼ ἂν ἦγον, ἀλλʼ ἠπιστάμην
  13. ξένον παρʼ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.
  14. σὺ δʼ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν
  15. τὴν αὐτὸς αὑτοῦ, καί σʼ ὁ πληθύων χρόνος