Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,
  2. ὡς μὴ παρέλθωσʼ αἱ κόραι, γέλως δʼ ἐγὼ
  3. ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.
  4. ἴθʼ, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δʼ ἐγώ,
  5. εἰ μὲν διʼ ὀργῆς ἧκον, ἧς ὅδʼ ἄξιος,
  6. ἄτρωτον οὐ μεθῆκʼ ἂν ἐξ ἐμῆς χερός.
  7. νῦν δʼ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθʼ ἔχων,
  8. τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.
  9. οὐ γάρ ποτʼ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν
  10. κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων·
  11. ἐπεὶ δέδρακας οὔτʼ ἐμοῦ καταξίως
  12. οὔθʼ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός·
  13. ὅστις δίκαιʼ ἀσκοῦσαν εἰσελθὼν πόλιν
  14. κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτʼ ἀφεὶς
  15. τὰ τῆσδε τῆς γῆς κύριʼ, ὧδʼ ἐπεισπεσὼν