Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τίς ποθʼ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ
- βουθυτοῦντά μʼ ἀμφὶ βωμὸν ἔσχετʼ ἐναλίῳ θεῷ
- τοῦδʼ ἐπιστάτῃ Κολωνοῦ; λέξαθʼ, ὡς εἰδῶ τὸ πᾶν,
- οὗ χάριν δεῦρʼ ᾖξα θᾶσσον ἢ καθʼ ἡδονὴν ποδός.
- ὦ φίλτατʼ, ἔγνων γὰρ τὸ προσφώνημά σου,
- πέπονθα δεινὰ τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως.
- τὰ ποῖα ταῦτα, τίς δʼ ὁ πημήνας; λέγε.
- Κρέων ὅδʼ, ὃν δέδορκας, οἴχεται τέκνων
- ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.
- πῶς εἶπας;
- οἷά περ πέπονθʼ ἀκήκοας.
- οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν
- πρὸς τούσδε βωμούς, πάντʼ ἀναγκάσει λεὼν
- ἄνιππον ἱππότην τε θυμάτων ἄπο
- σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι