Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὔτοι καθέξω θυμόν, ἀλλʼ ἄξω βίᾳ
  2. κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς.
Οἰδίπους
  1. ἰὼ τάλας.
Χορός
  1. ὅσον λῆμʼ ἔχων ἀφίκου, ξένʼ, εἰ τάδε δοκεῖς τελεῖν.
Κρέων
  1. δοκῶ.
Χορός
  1. τάνδʼ ἄρʼ οὐκέτι νεμῶ πόλιν.
Κρέων
  1. τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.
Οἰδίπους
  1. ἀκούεθʼ οἷα φθέγγεται;
Χορός
  1. τά γʼ οὐ τελεῖ.
  2. ἴστω μέγας Ζεύς.
Κρέων
  1. Ζεύς γʼ ἂν εἰδείη, σὺ δʼ οὔ.
Χορός
  1. ἆρʼ οὐχ ὕβρις τάδʼ;
Κρέων
  1. ὕβρις, ἀλλʼ ἀνεκτέα.
Χορός
  1. ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,
  2. μόλετε σὺν τάχει, μόλετʼ, ἐπεὶ πέραν περῶσʼ οἵδε δή.