Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τάνδʼ ἄρʼ οὐκέτι νεμῶ πόλιν.
Κρέων
  1. τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.
Οἰδίπους
  1. ἀκούεθʼ οἷα φθέγγεται;
Χορός
  1. τά γʼ οὐ τελεῖ.
  2. ἴστω μέγας Ζεύς.
Κρέων
  1. Ζεύς γʼ ἂν εἰδείη, σὺ δʼ οὔ.
Χορός
  1. ἆρʼ οὐχ ὕβρις τάδʼ;
Κρέων
  1. ὕβρις, ἀλλʼ ἀνεκτέα.
Χορός
  1. ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,
  2. μόλετε σὺν τάχει, μόλετʼ, ἐπεὶ πέραν περῶσʼ οἵδε δή.
Θησεύς
  1. τίς ποθʼ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ
  2. βουθυτοῦντά μʼ ἀμφὶ βωμὸν ἔσχετʼ ἐναλίῳ θεῷ
  3. τοῦδʼ ἐπιστάτῃ Κολωνοῦ; λέξαθʼ, ὡς εἰδῶ τὸ πᾶν,
  4. οὗ χάριν δεῦρʼ ᾖξα θᾶσσον ἢ καθʼ ἡδονὴν ποδός.
Οἰδίπους
  1. ὦ φίλτατʼ, ἔγνων γὰρ τὸ προσφώνημά σου,
  2. πέπονθα δεινὰ τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως.
Θησεύς
  1. τὰ ποῖα ταῦτα, τίς δʼ ὁ πημήνας; λέγε.
Οἰδίπους
  1. Κρέων ὅδʼ, ὃν δέδορκας, οἴχεται τέκνων
  2. ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.
Θησεύς
  1. πῶς εἶπας;