Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οἷά περ πέπονθʼ ἀκήκοας.
- οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν
- πρὸς τούσδε βωμούς, πάντʼ ἀναγκάσει λεὼν
- ἄνιππον ἱππότην τε θυμάτων ἄπο
- σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι
- μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,
- ὡς μὴ παρέλθωσʼ αἱ κόραι, γέλως δʼ ἐγὼ
- ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.
- ἴθʼ, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δʼ ἐγώ,
- εἰ μὲν διʼ ὀργῆς ἧκον, ἧς ὅδʼ ἄξιος,
- ἄτρωτον οὐ μεθῆκʼ ἂν ἐξ ἐμῆς χερός.
- νῦν δʼ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθʼ ἔχων,
- τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.
- οὐ γάρ ποτʼ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν
- κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων·
- ἐπεὶ δέδρακας οὔτʼ ἐμοῦ καταξίως
- οὔθʼ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός·
- ὅστις δίκαιʼ ἀσκοῦσαν εἰσελθὼν πόλιν
- κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτʼ ἀφεὶς
- τὰ τῆσδε τῆς γῆς κύριʼ, ὧδʼ ἐπεισπεσὼν