Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- δεινὸν λέγοις ἄν.
- τοῦτο νῦν πεπράξεται.
- ἢν μή σʼ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.
- ὦ φθέγμʼ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ;
- αὐδῶ σιωπᾶν.
- μὴ γὰρ αἵδε δαίμονες
- θεῖέν μʼ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,
- ὅς μʼ, ὦ κάκιστε, ψιλὸν ὄμμʼ ἀποσπάσας
- πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ.
- τοιγὰρ σέ τʼ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν
- ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον
- τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.
- ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;
- ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσʼ ὅτι
- ἔργοις πεπονθὼς ῥήμασίν σʼ ἀμύνομαι.
- οὔτοι καθέξω θυμόν, ἀλλʼ ἄξω βίᾳ
- κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς.
- ἰὼ τάλας.
- ὅσον λῆμʼ ἔχων ἀφίκου, ξένʼ, εἰ τάδε δοκεῖς τελεῖν.
- δοκῶ.