Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. δεινὸν λέγοις ἄν.
Κρέων
  1. τοῦτο νῦν πεπράξεται.
Χορός
  1. ἢν μή σʼ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.
Οἰδίπους
  1. ὦ φθέγμʼ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ;
Κρέων
  1. αὐδῶ σιωπᾶν.
Οἰδίπους
  1. μὴ γὰρ αἵδε δαίμονες
  2. θεῖέν μʼ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,
  3. ὅς μʼ, ὦ κάκιστε, ψιλὸν ὄμμʼ ἀποσπάσας
  4. πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ.
  5. τοιγὰρ σέ τʼ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν
  6. ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον
  7. τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.
Κρέων
  1. ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;
Οἰδίπους
  1. ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσʼ ὅτι
  2. ἔργοις πεπονθὼς ῥήμασίν σʼ ἀμύνομαι.