Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- πρὸς βίαν πορεύομαι.
- ὄρεξον, ὦ παῖ, χεῖρας.
- ἀλλʼ οὐδὲν σθένω.
- οὐκ ἄξεθʼ ὑμεῖς;
- ὦ τάλας ἐγώ, τάλας.
- οὔκουν ποτʼ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι
- ὁδοιπορήσῃς· ἀλλʼ ἐπεὶ νικᾶν θέλεις
- πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφʼ ὧν ἐγὼ
- ταχθεὶς τάδʼ ἔρδω, καὶ τύραννος ὢν ὅμως,
- νίκα. χρόνῳ γάρ, οἶδʼ ἐγώ, γνώσει τάδε,
- ὁθούνεκʼ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ
- δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,
- ὀργῇ χάριν δούς, ἥ σʼ ἀεὶ λυμαίνεται.
- ἐπίσχες αὐτοῦ, ξεῖνε.
- μὴ ψαύειν λέγω.
- οὔτοι σʼ ἀφήσω, τῶνδέ γʼ ἐστερημένος.
- καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα
- θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.
- ἀλλʼ ἐς τί τρέψει;
- τόνδʼ ἀπάξομαι λαβών.