Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὦ γῆς ἄνακτες.
Χορός
  1. ὦ ξένʼ, οὐ δίκαια δρᾷς.
Κρέων
  1. δίκαια.
Χορός
  1. πῶς δίκαια;
Κρέων
  1. τοὺς ἐμοὺς ἄγω.
Οἰδίπους
  1. ἰὼ πόλις.
Χορός
  1. τί δρᾷς, ὦ ξένʼ; οὐκ ἀφήσεις; τάχʼ εἰς βάσανον εἶ χερῶν.
Κρέων
  1. εἴργου.
Χορός
  1. σοῦ μὲν οὔ, τάδε γε μωμένου.
Κρέων
  1. πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ.
Οἰδίπους
  1. οὐκ ἠγόρευον ταῦτʼ ἐγώ;
Χορός
  1. μέθες χεροῖν
  2. τὴν παῖδα θᾶσσον.
Κρέων
  1. μὴ ʼπίτασσʼ ἃ μὴ κρατεῖς.
Χορός
  1. χαλᾶν λέγω σοι.
Κρέων
  1. σοὶ δʼ ἔγωγʼ ὁδοιπορεῖν.
Χορός
  1. πρόβαθʼ ὧδε, βᾶτε βᾶτʼ, ἔντοποι·
  2. πόλις ἐναίρεται, πόλις ἐμά, σθένει· πρόβαθʼ ὧδέ μοι.
Ἀντιγόνη
  1. ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι.
Οἰδίπους
  1. ποῦ, τέκνον, εἴ μοι;