Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οἷʼ ἀνταμείβει ῥήματʼ, ἤν σʼ ἕλω ποτέ
- τίς δʼ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ;
- ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει.
- ποίῳ σὺν ἔργῳ τοῦτʼ ἀπειλήσας ἔχεις;
- παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ
- ξυναρπάσας ἔπεμψα, τὴν δʼ ἄξω τάχα.
- οἴμοι.
- τάχʼ ἕξεις μᾶλλον οἰμώζειν τάδε.
- τὴν παῖδʼ ἔχεις μου;
- τήνδε τʼ οὐ μακροῦ χρόνου.
- ἰὼ ξένοι, τί δράσετʼ; ἦ προδώσετε,
- κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;
- χώρει, ξένʼ, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν
- δίκαια πράσσεις οὔθʼ ἃ πρόσθεν εἴργασαι.
- ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν
- ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται.
- οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω
- θεῶν ἄρηξιν ἢ βροτῶν;
- τί δρᾷς, ξένε;
- οὐχ ἅψομαι τοῦδʼ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς.