Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τὸ σὸν δʼ ἀφῖκται δεῦρʼ ὑπόβλητον στόμα,
- πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν
- κάκʼ ἂν λάβοις τὰ πλείονʼ ἢ σωτήρια.
- ἀλλʼ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι·
- ἡμᾶς δʼ ἔα ζῆν ἐνθάδʼ· οὐ γὰρ ἂν κακῶς
- οὐδʼ ὧδʼ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.
- πότερα νομίζεις δυστυχεῖν ἔμʼ ἐς τὰ σά,
- ἤ σʼ εἰς τὰ σαυτοῦ μᾶλλον, ἐνἐς τῷ νῦν λόγῳ;
- ἐμοὶ μέν ἐσθʼ ἥδιστον, εἰ σὺ μήτʼ ἐμὲ
- πείθειν οἷός τʼ εἶ μήτε τούσδε τοὺς πέλας.
- ὦ δύσμορʼ, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ
- φρένας ποτʼ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει;
- γλώσσῃ σὺ δεινός· ἄνδρα δʼ οὐδένʼ οἶδʼ ἐγὼ
- δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.
- χωρὶς τό τʼ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.
- ὡς δὴ σὺ βραχέα, ταῦτα δʼ ἐν καιρῷ λέγεις.
- οὐ δῆθʼ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.
- ἄπελθʼ, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με
- φύλασσʼ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.
- μαρτύρομαι τούσδʼ, οὐ σέ· πρὸς δὲ τοὺς φίλους