Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.
  2. καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;
  3. ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν
  4. μηδὲν διδοίη μηδʼ ἐπαρκέσαι θέλοι,
  5. πλήρη δʼ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε
  6. δωροῖθʼ, ὅτʼ οὐδὲν ἡ χάρις χάριν φέροι·
  7. ἆρʼ ἂν ματαίου τῆσδʼ ἂν ἡδονῆς τύχοις;
  8. τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,
  9. λόγῳ μὲν ἐσθλά. τοῖσι δʼ ἔργοισιν κακά.
  10. φράσω δὲ καὶ τοῖσδʼ, ὥς σε δηλώσω κακόν.
  11. ἥκεις ἔμʼ ἄξων, οὐχʼ ἵνʼ ἐς δόμους ἄγῃς,
  12. ἀλλʼ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι
  13. κακῶν ἄνατος τῆσδʼ ἀπαλλαχθῇ χθονός.
  14. οὐκ ἔστι σοι ταῦτʼ, ἀλλά σοι τάδʼ ἔστʼ, ἐκεῖ
  15. χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί·
  16. ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς
  17. χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.
  18. ἆρʼ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ;
  19. πολλῷ γʼ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω,
  20. Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.