Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὠνείδισʼ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;
  2. ἀλλʼ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νιν
  3. πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ
  4. κρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖν
  5. τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως
  6. εἰπών· ἐπαξία γάρ· ἡ δʼ οἴκοι πλέον
  7. δίκῃ σέβοιτʼ ἄν, οὖσα σὴ πάλαι τροφός.
Οἰδίπους
  1. ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων
  2. λόγου δικαίου μηχάνημα ποικίλον,
  3. τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις
  4. ἑλεῖν ἐν οἷς μάλιστʼ ἂν ἀλγοίην ἁλούς;
  5. πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς
  6. νοσοῦνθʼ, ὅτʼ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός,
  7. οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν·
  8. ἀλλʼ ἡνίκʼ ἤδη μεστὸς ἦ θυμούμενος
  9. καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,
  10. τότʼ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι
  11. τὸ συγγενὲς τοῦτʼ οὐδαμῶς τότʼ ἦν φίλον·
  12. νῦν τʼ αὖθις ἡνίκʼ εἰσορᾷς πόλιν τέ μοι
  13. ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν,