Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. σθένουσαν ἥκων, εἴ τινʼ Ἑλλάδος, μέγα.
  2. ἀλλʼ ἄνδρα τόνδε τηλικόσδʼ ἀπεστάλην
  3. πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,
  4. οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλʼ ἀνδρῶν ὑπὸ
  5. πάντων κελευσθείς, οὕνεχʼ ἧκέ μοι γένει
  6. τὰ τοῦδε πενθεῖν πήματʼ εἰς πλεῖστον πόλεως.
  7. ἀλλʼ ὦ ταλαίπωρʼ Οἰδίπους, κλύων ἐμοῦ
  8. ἱκοῦ πρὸς οἴκους. πᾶς σε Καδμείων λεὼς
  9. καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστʼ ἐγώ,
  10. ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν
  11. κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,
  12. ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον,
  13. ἀεὶ δʼ ἀλήτην κἀπὶ προσπόλου μιᾶς
  14. βιοστερῆ χωροῦντα· τὴν ἐγὼ τάλας
  15. οὐκ ἄν ποτʼ ἐς τοσοῦτον αἰκίας πεσεῖν
  16. ἔδοξʼ, ὅσον πέπτωκεν ἥδε δύσμορος,
  17. ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα
  18. πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων
  19. ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι.
  20. ἆρʼ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ,