Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν
- πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς.
- ἁ δʼ εὐήρετμος ἔκπαγλʼ ἁλία χερσὶ παραπτομένα πλάτα
- θρῴσκει, τῶν ἑκατομπόδων
- Νηρῄδων ἀκόλουθος.
- ὦ πλεῖστʼ ἐπαίνοις εὐλογούμενον πέδον,
- νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.
- τί δʼ ἔστιν, ὦ παῖ, καινόν;
- ἆσσον ἔρχεται
- Κρέων ὅδʼ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.
- ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ
- φαίνοιτʼ ἂν ἤδη τέρμα τῆς σωτηρίας.
- θάρσει, παρέσται· καὶ γὰρ εἰ γέρων ἐγώ,
- τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.
- ἄνδρες χθονὸς τῆσδʼ εὐγενεῖς οἰκήτορες,
- ὁρῶ τινʼ ὑμᾶς ὀμμάτων εἰληφότας
- φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου,
- ὃν μήτʼ ὀκνεῖτε μήτʼ ἀφῆτʼ ἔπος κακόν.
- ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ
- γέρων μέν εἰμι, πρὸς πόλιν δʼ ἐπίσταμαι