Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὠκυτόκος πεδίων ἐπινίσσεται
- ἀκηράτῳ σὺν ὄμβρῳ
- στερνούχου χθονός· οὐδὲ Μουσᾶν
- χοροί νιν ἀπεστύγησαν οὐδʼ ἁ
- χρυσάνιος Ἀφροδίτα.
- ἔστιν δʼ οἷον ἐγὼ γᾶς Ἀσίας οὐκ ἐπακούω
- οὐδʼ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸν
- φύτευμʼ ἀχείρωτον αὐτόποιον,
- ἐγχέων φόβημα δαΐων,
- ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ,
- γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας·
- τὸ μέν τις οὐ νεαρὸς οὐδὲ γήρᾳ
- συνναίων ἁλιώσει χερὶ πέρσας· ὁ γὰρ αἰὲν ὁρῶν κύκλος
- λεύσσει νιν μορίου Διὸς
- χἀ γλαυκῶπις Ἀθάνα.
- ἄλλον δʼ αἶνον ἔχω ματροπόλει τᾷδε κράτιστον
- δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, χθονὸς αὔχημα μέγιστον,
- εὔιππον, εὔπωλον, εὐθάλασσον.
- ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς
- τόδʼ εἷσας αὔχημʼ, ἄναξ Ποσειδάν,