Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,
  2. τὸν ἀργῆτα Κολωνόν, ἔνθʼ
  3. ἁ λίγεια μινύρεται
  4. θαμίζουσα μάλιστʼ ἀηδὼν
  5. χλωραῖς ὑπὸ βάσσαις,
  6. τὸν οἰνωπὸν ἔχουσα κισσὸν
  7. καὶ τὰν ἄβατον θεοῦ
  8. φυλλάδα μυριόκαρπον ἀνήλιον
  9. ἀνήνεμόν τε πάντων
  10. χειμώνων· ἵνʼ ὁ βακχιώτας
  11. ἀεὶ Διόνυσος ἐμβατεύει
  12. θεαῖς ἀμφιπολῶν τιθήναις.
Χορός
  1. θάλλει δʼ οὐρανίας ὑπʼ ἄχνας
  2. ὁ καλλίβοτρυς κατʼ ἦμαρ ἀεὶ
  3. νάρκισσος, μεγάλαιν θεαῖν
  4. ἀρχαῖον στεφάνωμʼ, ὅ τε
  5. χρυσαυγὴς κρόκος· οὐδʼ ἄϋπνοι
  6. κρῆναι μινύθουσιν
  7. Κηφισοῦ νομάδες ῥεέθρων,
  8. ἀλλʼ αἰὲν ἐπʼ ἤματι