Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἥξουσιν ἄνδρες
- ἀλλὰ τοῖσδʼ ἔσται μέλον.
- ὅρα με λείπων
- μὴ δίδασχʼ ἃ χρή με δρᾶν.
- ὀκνοῦντʼ ἀνάγκη.
- τοὐμὸν οὐκ ὀκνεῖ κέαρ.
- οὐκ οἶσθʼ ἀπειλὰς
- οἶδʼ ἐγώ σε μή τινα
- ἐνθένδʼ ἀπάξοντʼ ἄνδρα πρὸς βίαν ἐμοῦ.
- πολλαὶ δʼ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη
- θυμῷ κατηπείλησαν, ἀλλʼ ὁ νοῦς ὅταν
- αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα.
- κείνοις δʼ ἴσως κεἰ δείνʼ ἐπερρώσθη λέγειν
- τῆς σῆς ἀγωγῆς, οἶδʼ ἐγώ, φανήσεται
- μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον.
- θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευ
- γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε·
- ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδʼ ὅτι
- τοὐμὸν φυλάξει σʼ ὄνομα μὴ πάσχειν κακῶς.
- εὐίππου, ξένε, τᾶσδε χώρας