Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἔπειτα δʼ ἱκέτης δαιμόνων ἀφιγμένος
  2. γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει.
  3. ἁγὼ σεβισθεὶς οὔποτʼ ἐκβαλῶ χάριν
  4. τὴν τοῦδε, χώρᾳ δʼ ἔμπολιν κατοικιῶ.
  5. εἰ δʼ ἐνθάδʼ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν
  6. τάξω φυλάσσειν, εἴτʼ ἐμοῦ στείχειν μέτα,
  7. τόδʼ ἡδύ, τούτων, Οἰδίπους, δίδωμί σοι
  8. κρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι.
Οἰδίπους
  1. ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.
Θησεύς
  1. τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς;
Οἰδίπους
  1. εἴ μοι θέμις γʼ ἦν· ἀλλʼ ὁ χῶρός ἐσθʼ ὅδε,
Θησεύς
  1. ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι.
Οἰδίπους
  1. ἐν ᾧ κρατήσω τῶν ἔμʼ ἐκβεβληκότων.
Θησεύς
  1. μέγʼ ἂν λέγοις δώρημα τῆς συνουσίας.
Οἰδίπους
  1. εἰ σοί γʼ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.
Θησεύς
  1. θάρσει τὸ τοῦδέ γʼ ἀνδρός· οὔ σε μὴ προδῶ.
Οἰδίπους
  1. οὔτοι σʼ ὑφʼ ὅρκου γʼ ὡς κακὸν πιστώσομαι.
Θησεύς
  1. οὔκουν πέρα γʼ ἂν οὐδὲν ἢ λόγῳ φέροις.
Οἰδίπους
  1. πῶς οὖν ποήσεις;
Θησεύς
  1. τοῦ μάλιστʼ ὄκνος σʼ ἔχει;